Add parallel Print Page Options

18 Ἔλεγεν [a]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [b]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ [c]ἤθελεν ἐπὶ χρόνον, μετὰ [d]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [e]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP